[ ] Phokis — Delphi — 178 BC
1 ἄρχοντος Εὐανγέλου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Ἀρίστων Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Κλεονίκα, τιμᾶς ἀργυρίου μνᾶν
πέντε, καθὼς ἐπίστευσε Κλεονίκα τῶι θεῶι, ἐφ’ ὧτε
5 ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα
βίον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη.
βεβαιωτῆρες κατὰ τὸν νόμον· Καλλίστρατος,
Ἀριστόμαχος Δελφοί. εἰ δέ τίς κα ἅπτηται Κλεονίκας,
βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
10 Ἀρίστων καὶ οἱ βεβαιωτῆρες· εἰ δέ κα μὴ παρέχωντι,
πρᾶξιν ποιούντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυν-
χάνοντες κύριοι ὄντω συλέοντες ὡς ἐλευθέραν οὖσαν
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· Ἀνδρόνικος· Πραξίας, Δαμοχάρης, Καλλίων,
15 Ταραντῖνος.
Search Help
Contact Us