[ ] Phokis — Delphi — 156-151 BC
1 [ἄ]ρ[χ]οντος ἐν Δελφοῖς Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Ποιτροπίου, ἀπέδοτο Πραξίας Εὐ-
δόκο[υ τ]ῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μηνᾶς τὸ γένος Βειθυ-
νόν, [τ]ιμᾶ[ς] ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Μηνᾶς
τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Μηνᾶν καὶ ἀνέφαπτον ἀπὸ πάν-
5 των τὸν πάντα χρόνον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷς κα θέλη. βεβαιω-
τὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἅπτοιτο
[Μη]νᾶ ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε
[ἀπ]οδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες.
Search Help
Contact Us