[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Ἥρυος μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἄθαμβος Ἀγάθωνο[ς] |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀμβροσία τὸ γένος Σύρα, τιμᾶς ἀρ- | |
γυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀμβροσία τῶι θεῶι τὰν | |
ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ {πο} πάντων τὸν πάντα βίον. βεβαι- | |
5 | ωτὴρ κατὰ τὸν νόμον· Ἄθαμβος Ἁβρομάχου. εἰ δέ τίς κα ἅπτηται Ἀμβροσίας |
ἐπὶ κατα- | |
δουλισσμῶι, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ Ἄθαμβος τῶι θεῶι τὰν ὠνάν. ὁμοίως δὲ | |
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι | |
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
10 | Ἀνδρόνικος, Ἀμύντας καὶ τῶν ἀρχόντων Ἀθανίων, ἰδιῶται Ἡρακλείδας, Μένης, Γλαῦ- |
[κ]ο[ς] Ξένωνος, Εὐδύδαμος, Τίμων Ξενία. |