[ ]
Phokis — Delphi — 156-151 BC
1 | [ἄ]ρχοντος Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Δρομοκλείδας Ἁγίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον ὧι ὄνομα Σωσᾶς, | |
[κ]αθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Σωσᾶς, τιμᾶς ἀργυρίου μνᾶς κ%⁸⁰αὶ στατήρων πέντε, | |
ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Σωσᾶν τὸμ πάντα βίον, ποιοῦντα ὅ κα θέλη, καὶ τὰν τι- | |
5 | μὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐάγγελος Πάτρωνος. πα- |
ραμεινάτω δὲ Σωσᾶς παρὰ Ἀρτεμίδωρον μανθάνων τὰν τέχναν τὰν γναφικὰν τὸν χρό- | |
νον τὸν ἐν τᾶι συγγραφαῖ γεγραμμένον, ὃν καὶ παρισχέτω Σωσᾶς Δρομοκλείδαν ἀβλαβῆ ἀπὸ | |
τᾶς συγγραφᾶς. ἐπεὶ δέ κα μάθη Σωσᾶς τὰν τέχναν τὸν γναφικὰν καὶ ἀπέλθη παρὰ Ἀρτεμι- | |
δώρου, ἐργαζέσθω τὰ ἔργα τᾶι γναφικᾶι τέχναι τὰ ἐν τὰν Δρομοκλείδα οἰκίαν πάντα· εἰ δέ τι | |
10 | μὴ ποιήσαι Σωσᾶς τῶν γεγραμμένων, κύριος ἔστω Δρομοκλείδας ἐπιτιμέων Σωσᾶι τρό- |
πωι ὧι θέλοι. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ξενέας, Ἀριστόβουλος, ἰδιῶ- | |
ται Τιμόκριτος. |