[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Ἀστόξενος, Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτή- | |
ριχος τὸ γένος Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Σωτήρι- | |
χος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν- | |
5 | τα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέ[λ]η. βεβαιωτὴρ κατὰ τὸν νό- |
μον τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. εἰ δέ τίς κα ἐφάπτηται Σωτηρίχου ἐπὶ καταδου- | |
λισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀστόξενος | |
καὶ ὁ βεβαιωτὴρ Ἀριστίων· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, | |
πράκτιμο[ι] ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ ο[ἱ] | |
10 | παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον |
ἐόντ%⁸⁰α ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
καὶ ζαμίας. μάρτυροι· οἱ ἄρχοντες Βάκχι- | |
ος καὶ Ἀλκίνος καὶ ἰδιῶ- | |
ται Σωσύλος Ἀλκία, Ξε- | |
15 | νόκριτος, Ἀντίφιλος, |
Πλείστων, Ξένων Ξε- | |
νοκρίτου, Τιμόκριτος. |