[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Ἀστόξενος, Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτή-
ριχος τὸ γένος Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Σωτήρι-
χος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν-
5 TA XRO/NON, POIE/WN O(/ KA QE/LH KAI\ A)POTRE/XWN OI(=S KA QE/[L]H. BEBAIWTH\R KATA\ TO\N NO/-
μον τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. εἰ δέ τίς κα ἐφάπτηται Σωτηρίχου ἐπὶ καταδου-
λισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀστόξενος
καὶ ὁ βεβαιωτὴρ Ἀριστίων· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι,
πράκτιμο[ι] ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ ο[ἱ]
10 παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον
ἐόντ%⁸⁰α ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. μάρτυροι· οἱ ἄρχοντες Βάκχι-
ος καὶ Ἀλκίνος καὶ ἰδιῶ-
ται Σωσύλος Ἀλκία, Ξε-
15 νόκριτος, Ἀντίφιλος,
Πλείστων, Ξένων Ξε-
νοκρίτου, Τιμόκριτος.
Search Help
Contact Us