[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος ἐμ μὲν Δελφοῖς Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Δαιδαφορίου, ἐν δὲ Λο-
κροῖς ἀγωνοθετέοντος Νικέα τοῦ Δαμαρμένου Οἰανθέος μηνὸς τετάρτου, ἐπὶ τοῖσδε
ἀπέδοτο Καλλικράτεια Δεξικράτεος Τριτίς, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς Δαμοφίλου,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φιλοκράτης τὸ γένος Ἀπειρώταν, τι-
5 μᾶς ἀργυρίου μνᾶν ἕξ, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν-
τα βίον, καθὼς ἐπίστευσε Φιλοκράτης τὰν ὠνὰν τῶι θεῶι, ποιέων ὅ κα θέλη. βεβαιωτὴρ
κατὰ τὸ σύμβολον· Εὐάγγελος Πάτρωνος Δελφός, κελεύσαντος Δαμοφίλου.
μάρτυροι· τῶν ἀρχόντων Βάκχιος· Θεύξενος, Ἁγίων, Κλεόδικος, Ἀρτεμίδωρος,
Καλλείδας Εὐκλείδα, Εὐκράτης Καλλίκωνος Δελφοί, Θεοφάνης, Δαμόφιλος
10 Τριτεῖς.
Search Help