[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος ἐμ μὲν Δελφοῖς Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Δαιδαφορίου, ἐν δὲ Λο- |
κροῖς ἀγωνοθετέοντος Νικέα τοῦ Δαμαρμένου Οἰανθέος μηνὸς τετάρτου, ἐπὶ τοῖσδε | |
ἀπέδοτο Καλλικράτεια Δεξικράτεος Τριτίς, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς Δαμοφίλου, | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φιλοκράτης τὸ γένος Ἀπειρώταν, τι- | |
5 | μᾶς ἀργυρίου μνᾶν ἕξ, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- |
τα βίον, καθὼς ἐπίστευσε Φιλοκράτης τὰν ὠνὰν τῶι θεῶι, ποιέων ὅ κα θέλη. βεβαιωτὴρ | |
κατὰ τὸ σύμβολον· Εὐάγγελος Πάτρωνος Δελφός, κελεύσαντος Δαμοφίλου. | |
μάρτυροι· τῶν ἀρχόντων Βάκχιος· Θεύξενος, Ἁγίων, Κλεόδικος, Ἀρτεμίδωρος, | |
Καλλείδας Εὐκλείδα, Εὐκράτης Καλλίκωνος Δελφοί, Θεοφάνης, Δαμόφιλος | |
10 | Τριτεῖς. |