[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀστόξενος
Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νῦσα, τ[ι]μᾶς ἀργυρί-
ου μνᾶν δέκα, καθὼς ἐπίστευσε Νῦσα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶ-
μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦσα ἅ κα θέλη καὶ ἀπο-
5 τρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὸν νόμον τᾶς πόλιος· Διονύσιος [Ἀ]σάνδρου.
εἰ δέ τίς κα ἐφάπτηται Νύσας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀστόξενος καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν
ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες
κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
10 πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τῶν ἀρχόντων Ἀλκῖνος, ἰδιῶται Πλείστων, Δίων,
Ἀρτεμίδωρος, Ξένων, Καλλείδας.
Search Help
Contact Us