[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Διονύσιος καὶ Πολίτας οἱ Ἀσάνδρου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- | |
δρεῖον ὧι ὄνομα Δάμων, τιμᾶς ἀργυρίου μ<ν>ᾶν ἕξ, καθὼς ἐπίστευσε Δάμων | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
5 | τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες |
κατὰ τὸν νόμον τᾶς πόλιος· Δρομοκλείδας Ἁγίωνος, Ἀστόξενος Διονυσίου, Δίων | |
Ἀλέξωνος. εἰ δέ τίς κα ἐφάπτηται Δάμωνος ἐπὶ καταδουλισμῶι, βέβαιον παρ[ε]- | |
χόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Διονύσιος καὶ Πολίτας καὶ οἱ βεβαιω- | |
τῆρες Δρομοκλείδας, Ἀστόξενος, Δίων· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι | |
10 | θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐό[ν]- |
τω συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί- | |
ας. εἰ δὲ χρείαν ἔχοι Διονύσιος, συνιατρευέτω Δάμων μετ’ αὐτοῦ ἔτη πέντε λαμβάνων | |
τὰ ἐν τὰν τροφὰν πάντα καὶ ἐνδ<ι>δ<υ>σκόμενος καὶ στρώματα λαμβάνων. μάρ[τ]υρες· ὁ ἱα- | |
ρεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ τῶν ἀρχόντων Ἀριστίων Ἄγωνος καὶ ἰδιῶται Σωσικρ[ά]- | |
15 | της, Φιλαίτωλος Φαίνιος, Διόδωρος Ἡράκωνος, Εὐκλείδας, Δρομοκλείδας, Ἀ[σ]τόξενος, Δίων. |