[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Ἀθάμβου τοῦ Ἁβρομάχου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Διονύσιος καὶ Πολίτας οἱ Ἀσάνδρου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον ὧι ὄνομα Δάμων, τιμᾶς ἀργυρίου μ<ν>ᾶν ἕξ, καθὼς ἐπίστευσε Δάμων
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων
5 τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες
κατὰ τὸν νόμον τᾶς πόλιος· Δρομοκλείδας Ἁγίωνος, Ἀστόξενος Διονυσίου, Δίων
Ἀλέξωνος. εἰ δέ τίς κα ἐφάπτηται Δάμωνος ἐπὶ καταδουλισμῶι, βέβαιον παρ[ε]-
χόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Διονύσιος καὶ Πολίτας καὶ οἱ βεβαιω-
τῆρες Δρομοκλείδας, Ἀστόξενος, Δίων· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι
10 θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ἐό[ν]-
τω συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί-
ας. εἰ δὲ χρείαν ἔχοι Διονύσιος, συνιατρευέτω Δάμων μετ’ αὐτοῦ ἔτη πέντε λαμβάνων
τὰ ἐν τὰν τροφὰν πάντα καὶ ἐνδ<ι>δ<υ>σκόμενος καὶ στρώματα λαμβάνων. μάρ[τ]υρες· ὁ ἱα-
ρεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ τῶν ἀρχόντων Ἀριστίων Ἄγωνος καὶ ἰδιῶται Σωσικρ[ά]-
15 της, Φιλαίτωλος Φαίνιος, Διόδωρος Ἡράκωνος, Εὐκλείδας, Δρομοκλείδας, Ἀ[σ]τόξενος, Δίων.
Search Help