SGDI II 1894
[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἧρυος τοῦ Πλείστωνος μηνὸ[ς] Βυσίου, ἀπέδοτο Αἰακί-
δας Φιλαιτώλου τῶι Ἀπόλλωνι σῶμα γυναικεῖ[ον] ἇι ὄνομα Σαφφὼ τὸ γέ-
νος Τιβαρανάν, τιμᾶς ἀργυ[ρ]ίου μνᾶν τριῶν, καὶ [τὰν τι]μὰν ἔχει, καθὼς ἐπὶ-
στευσε τὰν ὠνὰν Σαφφὼ τῶι θεῶι, {ἐφ’ ὅτωι ἐλευθέραν [ε]ἶμεν Σαφφώ,} συνευδο-
5 κεόντων καὶ τῶν υἱῶν Αἰακίδα, Φιλαιτώλου καὶ Αἰνησία, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν
Σαφφὼ καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θ[έ]λη κα[ὶ] ἀποτρέχουσαν ο[ἷ]ς κα θέ-
λη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Νικόμαχος Δεξίππου. εἰ [δ]έ τις ἅπτοιτο [Σ]αφ[φ]οῦ[ς]
ἐπὶ καταδουλισμῶ, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε[β]αιωτὴρ·
εἰ δὲ μὴ παρέχοιν τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ὀντω κατὰ τὸν νόμον τᾶς πόλιο[ς. ὁ]μοίως δ[ὲ]
10 καὶ οἱ παρετυνχάνοντες κυ[ρ]ιοι ἐόντω συλέοντες Σαφ[φ]ὼ ὡς ἐλευθέραν οὖσαν καὶ ἀνέφα-
πτον ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μά[ρτ]υροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνο[ς].
Search Help
Contact Us