SGDI II 1893
[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνος Ἰλαίου, ἀπέ-
δοτο Θεύδοτος Εἰραναίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα ἀνδρεῖον ὧι ὄνομα Εὔτυχος τὸ γένος Σύρον, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
5 στευσε Εὔτυχος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ-
ων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλ[ιος]·
Ἄθαμβος Ἀθανίωνος. εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδ[ό]-
μενος Θεύδοτος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον
10 τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Εὔτυχον
ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρυτοι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ξένων Φιλοκράτεος,
Ἀριστίων Ἄγωνος, Ἀστόξενος, Διονυσίου καὶ ἰδιῶται Ἵππων,
Καλλικλῆς, Κλέων Κλευδάμου, Πολύξενος, Τιμόκριτος.
Search Help
Contact Us