[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Φιλοκράτεος μηνὸς Ἰλαίου, ἀπέδοντο Εὐάγγελος |
Πάτρωνος καὶ Ἄθαμβος Ἀγάθωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα ἀνδρεῖον ὧι ὄνομα Πρόθυμος τὸ γένος Ἄραβα, τιμᾶς ἀρ- | |
γυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶΣαν, καθὼς ἐπί- | |
5 | στευσε τὰν ὠνὰν τῶι θεῶι Πρόθυμος, ἐφ’ ὅτωι ἐλεύθερος εἶ- |
μεν τὸν πάντα χρόνον, αὐτὸν ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέ- | |
χοντα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἰα- | |
τάδας Πάτρωνος. εἰ δέ τίς κα ἐφάπτηται Προθύμου ἐπὶ κα- | |
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν οἵ τε | |
10 | ἀποδόμενοι Εὐάγγελος καὶ Ἄθαμβος καὶ ὁ βεβαιωτὴρ |
Ἰατάδας. εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πρά- | |
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα- | |
ρατυγχάνοντες κύριοι ἐόντων συ ἐόντες Πρόθυμον ὡς ἐ- | |
λεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας | |
15 | δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό- |
νικος καὶ οἱ ἄρχοντες Ἀριστίων Ἄγωνος, Ἀστόξενος, ἰδι- | |
ῶται Ἄθαμβος Ἁβρομάχου, Φίλαγρος Φίλωνος, Βαβίλος, Δε- | |
ξώνδας Δάμωνος. |