[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος μηνὸς Ἰλαίου, ἀπέδοντο Εὐάγγελος
Πάτρωνος καὶ Ἄθαμβος Ἀγάθωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα ἀνδρεῖον ὧι ὄνομα Πρόθυμος τὸ γένος Ἄραβα, τιμᾶς ἀρ-
γυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶΣαν, καθὼς ἐπί-
5 στευσε τὰν ὠνὰν τῶι θεῶι Πρόθυμος, ἐφ’ ὅτωι ἐλεύθερος εἶ-
μεν τὸν πάντα χρόνον, αὐτὸν ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέ-
χοντα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἰα-
τάδας Πάτρωνος. εἰ δέ τίς κα ἐφάπτηται Προθύμου ἐπὶ κα-
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν οἵ τε
10 ἀποδόμενοι Εὐάγγελος καὶ Ἄθαμβος καὶ ὁ βεβαιωτὴρ
Ἰατάδας. εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πρά-
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα-
ρατυγχάνοντες κύριοι ἐόντων συ ἐόντες Πρόθυμον ὡς ἐ-
λεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας
15 δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό-
νικος καὶ οἱ ἄρχοντες Ἀριστίων Ἄγωνος, Ἀστόξενος, ἰδι-
ῶται Ἄθαμβος Ἁβρομάχου, Φίλαγρος Φίλωνος, Βαβίλος, Δε-
ξώνδας Δάμωνος.
Search Help
Contact Us