[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος τοῦ Ξένω-
νος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Ἀστόξενος Διονυσί[ο]υ τῶι Ἀπόλ<λ>ων[ι]
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο[μ]α
5 Σαραπιάς, τιμᾶς ἀργυρίου μνᾶν ἕξ,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς
ἐπίστευσε Σαραπιὰς τῶι θεῶι τὰν
ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ
ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν-
10 τα χρόνον, ποιοῦσα ὅ κα θέλη καὶ ἀπο-
τρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ
κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀριστί-
ων Ἄγωνος. εἰ δέ τίς κα ἐφάπτη-
ται Σαραπιάδος ἐπὶ καταδουλισ-
15 μῶι, βέβαιον παρεχόντων τῶι
θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε-
νος Ἀστόξενος καὶ ὁ βεβαιω-
τὴρ Ἀριστίων Ἄγωνος. εἰ δὲ
μὴ παρέχοιν βέβαιον τὰν
20 ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόν-
των κατὰ τὸν νόμον τᾶς πό-
λιος. ὁμοίως δὲ καὶ οἱ παρα-
[τυγχάνον]τες κύριοι ἐόν-
[των συλέοντ]ες Σαραπιάδα ὡς ἐ-
25 [λευθέραν] οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀ-
[νυπόδικοι π]άσας δίκας καὶ ζαμίας. εἰ δέ κά τι
[πάθηι Σαραπιὰς] καὶ ἔχηι γενεὰν ἀπὸ τᾶς ἀρχᾶς
[τᾶς Φιλοκ]ράτεος τοῦ Ξένωνος, κυρία ἔστω ἔχουσα
[ἁ γενεὰ τὰ] Σαραπιάδος· εἰ δὲ ἀγένειος εἴη Σαραπιὰς Ἀστοξέ-
30 [νωι, πάντα] τὰ ὑπάρχοντα τὰ Σαραπιάδος Ἀστοξένου ἔστω
[καὶ τῶν] ἐκγόνων Ἀστοξένου, μηδὲ δόσιν ποησάτω Σαραπι-
[ὰς μη]θενὶ τῶν ὑπαρχόντων τῶν ἰδίων· εἰ δὲ ποιήσαιτο, ἄκυρος
ἁ δόσις ἔστω. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ οἱ ἀρχοντες Ἀρι-
στίων Ἄγωνος, ἰδιῶται Μένης, Φίλαγρος, Ἀλέξανδρος.
Search Help