[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος [Ἄ]ρχωνος μηνὸς Ἰλαίο[υ, ἐπὶ]
τοῖσδε ἀπέδοντ[ο] Κλεύδαμος Μαντία [καὶ]
Καλλικράτεια Καλ[λιγ]ένεος Δελφοί, συνε[παι]-
νέοντος καὶ τοῦ υἱ[οῦ Κα]λλιγένεος, τῶι Ἀπ[όλλω]-
5 νι τῶι Πυθίωι σῶμα γ[υναικε]ῖον ἇι ὄνομα Δαμ[ατρία],
τιμᾶς ἀργυρίου πέντε [ἡμιμναί]ων, καθὼς ἐπίσ[τευσε]
Δαματρία τῶι θεῶι τὰ[ν ὠνάν, ἐ]φ’ ὧιτε ἐλευθέρ[αν εἶ]-
μεν καὶ ἀνέφαπτον ἀπὸ [πάντων τ]ὸμ πάντα βίον. βεβαι-
ωτὴρ κατὰ τὸν νόμον· Αἰακ[ίδας Φιλα]ιτώλου Δελφός. παρα-
10 μεινάτω δὲ Δαματρία παρὰ Κ[λείδαμ]ον καὶ Καλλικράτειαν
ἄχρι κα ζώωντι Κλεύδαμος κ[αὶ Καλ]λικράτεια ποιέουσα
τὸ ποτιτασσόμενον πᾶν τὸ δυν[ατὸ]ν ἀνενκλήτως· εἰ δέ τί
κα μὴ ποιήση Δαματρία τῶν ποτιτασσομένων ὑπὸ Κλευ-
δάμου καὶ Καλλικρατείας καθὼς γέγραπται δυνατὰ
15 ἐοῦσα, ἐξέστω Κλευδάμωι καὶ Καλλικρατείαι κολάζε[ι]ν
καθώς κα αὐτοὶ θέλωντι καὶ ἄλλω ὑπὲρ Κλεύδαμον καὶ
Καλλικράτειαν ὅ[ν] κα Κλεύδαμος καὶ Καλλικράτεια κελεύ-
σωντι ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ
ζαμίας· εἰ δέ τί κα πάθωντι Κλεύδαμος καὶ Καλλικράτεια, ἐ-
20 λευθέρα ἔστω Δαματρία κυριεύουσα αὐτοσαῦτας καὶ ποι-
έουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς ἐπίστευ-
σε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου-
λισμῶι Δαματρίας τελευτάσαντος Κλευδάμου καὶ Καλλι-
κρατείας, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν
25 ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ-
ρες· τῶν ἀρχόντων Χαρίξενος, Νικόμαχος, ἰδιῶται
Ξενέας, Ἀστύοχος, Εὐκλείδας, Ξεναγόρας,
30 Μένης, Τίμων, Σασίας Λεπτίνα.
Search Help
Contact Us