[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος [Ἄ]ρχωνος μηνὸς Ἰλαίο[υ, ἐπὶ] |
τοῖσδε ἀπέδοντ[ο] Κλεύδαμος Μαντία [καὶ] | |
Καλλικράτεια Καλ[λιγ]ένεος Δελφοί, συνε[παι]- | |
νέοντος καὶ τοῦ υἱ[οῦ Κα]λλιγένεος, τῶι Ἀπ[όλλω]- | |
5 | νι τῶι Πυθίωι σῶμα γ[υναικε]ῖον ἇι ὄνομα Δαμ[ατρία], |
τιμᾶς ἀργυρίου πέντε [ἡμιμναί]ων, καθὼς ἐπίσ[τευσε] | |
Δαματρία τῶι θεῶι τὰ[ν ὠνάν, ἐ]φ’ ὧιτε ἐλευθέρ[αν εἶ]- | |
μεν καὶ ἀνέφαπτον ἀπὸ [πάντων τ]ὸμ πάντα βίον. βεβαι- | |
ωτὴρ κατὰ τὸν νόμον· Αἰακ[ίδας Φιλα]ιτώλου Δελφός. παρα- | |
10 | μεινάτω δὲ Δαματρία παρὰ Κ[λείδαμ]ον καὶ Καλλικράτειαν |
ἄχρι κα ζώωντι Κλεύδαμος κ[αὶ Καλ]λικράτεια ποιέουσα | |
τὸ ποτιτασσόμενον πᾶν τὸ δυν[ατὸ]ν ἀνενκλήτως· εἰ δέ τί | |
κα μὴ ποιήση Δαματρία τῶν ποτιτασσομένων ὑπὸ Κλευ- | |
δάμου καὶ Καλλικρατείας καθὼς γέγραπται δυνατὰ | |
15 | ἐοῦσα, ἐξέστω Κλευδάμωι καὶ Καλλικρατείαι κολάζε[ι]ν |
καθώς κα αὐτοὶ θέλωντι καὶ ἄλλω ὑπὲρ Κλεύδαμον καὶ | |
Καλλικράτειαν ὅ[ν] κα Κλεύδαμος καὶ Καλλικράτεια κελεύ- | |
σωντι ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ | |
ζαμίας· εἰ δέ τί κα πάθωντι Κλεύδαμος καὶ Καλλικράτεια, ἐ- | |
20 | λευθέρα ἔστω Δαματρία κυριεύουσα αὐτοσαῦτας καὶ ποι- |
έουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς ἐπίστευ- | |
σε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου- | |
λισμῶι Δαματρίας τελευτάσαντος Κλευδάμου καὶ Καλλι- | |
κρατείας, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν | |
25 | ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες |
κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι | |
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
ρες· τῶν ἀρχόντων Χαρίξενος, Νικόμαχος, ἰδιῶται | |
Ξενέας, Ἀστύοχος, Εὐκλείδας, Ξεναγόρας, | |
30 | Μένης, Τίμων, Σασίας Λεπτίνα. |