[ ]
Phokis — Delphi — 169 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Ἀγελάου Ναυπα- |
κτίου μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλευ- | |
δάμου τοῦ Μαντία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ- | |
δοτο Νίκαιος Νίκωνος Ἐριναῖος τῶι Ἀπόλλωνι τῶι | |
5 | Πυθίωι σῶμα ἀνδρεῖον ἇι ὄνομα Ἀγαθοκλῆς, τιμᾶς |
ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς | |
ἐπίστευσε Ἀγαθοκλῆς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
τε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ | |
πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο- | |
10 | τρέχοντα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν <ν>όμον· |
Φερένικος Νικοβούλου Ἐριναῖος. εἰ δέ τίς κα ἅπτηται | |
Ἀγαθοκλέος, βέβαιον παρεχόντων τῶι θεῶι | |
ὅ τε ἀποδόμενος Νίκαιος καὶ ὁ βεβαιω- | |
τὴρ Φερένικος· εἰ δέ κα μὴ παρέ- | |
15 | χωντι, πράκτιμοι ἐόντων |
κατὰ τὸν νόμον. ὁμοίως δὲ | |
καὶ οἱ παρατυγχάνοντες κύριοι ὄν- | |
των συλέοντες ὡς ἐλεύθερον ἐόν- | |
τα άζάμιοι καὶ ἀνυπόδικοι ὄντες πά- | |
20 | δίκας καὶ ζαμίας. μάρτυ- |
ρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
νος Ἀμύντας, Ταραντῖνος, | |
ἰδιῶται Θεύξενος, Καλλεί- | |
δας, Εὐκλείδας, Ἐμμενίδας | |
25 | Δελφοί, Ξένυλλος, Εὔαρχος |
Τολφώνιοι, Σώπολις Ἐρι- | |
ναῖος. |