[ ] Phokis — Delphi — 169 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Ἀγελάου Ναυπα-
κτίου μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλευ-
δάμου τοῦ Μαντία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Νίκαιος Νίκωνος Ἐριναῖος τῶι Ἀπόλλωνι τῶι
5 Πυθίωι σῶμα ἀνδρεῖον ἇι ὄνομα Ἀγαθοκλῆς, τιμᾶς
ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς
ἐπίστευσε Ἀγαθοκλῆς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
τε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ
πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀπο-
1 τρέχοντα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν <ν>όμον·
Φερένικος Νικοβούλου Ἐριναῖος. εἰ δέ τίς κα ἅπτηται
Ἀγαθοκλέος, βέβαιον παρεχόντων τῶι θεῶι
ὅ τε ἀποδόμενος Νίκαιος καὶ ὁ βεβαιω-
5 τὴρ Φερένικος· εἰ δέ κα μὴ παρέ-
15 χωντι, πράκτιμοι ἐόντων
κατὰ τὸν νόμον. ὁμοίως δὲ
καὶ οἱ παρατυγχάνοντες κύριοι ὄν-
των συλέοντες ὡς ἐλεύθερον ἐόν-
τα άζάμιοι καὶ ἀνυπόδικοι ὄντες πά-
20 δίκας καὶ ζαμίας. μάρτυ-
ρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω-
νος Ἀμύντας, Ταραντῖνος,
ἰδιῶται Θεύξενος, Καλλεί-
δας, Εὐκλείδας, Ἐμμενίδας
25 Δελφοί, Ξένυλλος, Εὔαρχος
Τολφώνιοι, Σώπολις Ἐρι-
ναῖος.
Search Help
Contact Us