[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἄρχωνος μηνὸς Ἀμαλίου, ἀπέδοτο
Ἀντιχάρης Ἀζαράτου τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγάθων τὸ
γένος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τρι-
5 ῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε
Ἀγάθων τῶι [θ]εῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
θερος εἶμεν καὶ ἀνέφαπτος τὸμ πάν-
τα χρόνον, ποιέων ὅ κα θέλῃ καὶ ἀποτρέ-
χων οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν
10 νόμον τᾶς πόλιος· Δαμένης Ὀρέστα {ς}.
εἰ δέ τίς κα ἐνάπτηται Ἀγάθωνος ἐπὶ
καταδουλισμῶι, βέβαιομ παρεχόντω
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε-
νος Ἀντιχάρης καὶ ὁ βεβαιωτὴρ Δα-
15 μένης κατὰ τὸν νόμον. ὁμοίως δὲ
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐ-
όντω συλέοντες Ἀγάθωνα ὡς ἐλεύ[θε]-
ρον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυ-
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
20 τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρ-
χοντες Σώτιμος, Χαρίξενος,
Νικόμαχος, καὶ ἰδιῶται Ἄθαμ-
βος, Εὐκλείδας, Δρομοκλείδας,
25 Παρμενίων, Φίλων, Νεύστρα-
τος, Μένης.
Search Help