SGDI II 1885
[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Πὐῤῥου μηνὸς Ποιτροπίου,
ἐπὶ τοῖσ{σ}δε {²⁶τοῖσδε}²⁶ ἀπέδοτο Ἀρισταγόρας Εὐθυδά-
[μ]ου σῶμα ἀνδρεῖον οἷ [ὄ]νομα Ἀγαθοκλῆς τοῖ
[Ἀ]πόλλωνι τοῖ Πυθίωι, τιμᾶς ἀργυρίου μν[ᾶν] τρ[ιῶν],
5 καθὼς ἐπίστευσε Ἀγαθο[κ]λῆς τῶι θεῶι τὰ[ν]
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερο[ο]ς εἶμεν καὶ ἀνέφαπτ-
[ο]ς ἀπὸ πάντων τὸν πάντα βίον, ποι[ῶν ὅ κ]-
α θέ[λ]η καὶ ἀποτρέχων ο[ἷ]ς κα θέλη. βεβαιωτὴρ
κατὰ τόν νόμον· Φίλων Ἀριστέα. εἰ δέ τίς κ[α]
10 ἐφάπτηται Ἀγαθοκλέος, βέβαιον παρεχέ-
[τω] ὁ βε[β]αιωτὴρ Φίλων Ἀριστέα. εἰ δέ κα μὴ [πα]-
ρέχη, πράκτιμος ἔστω κατὰ τὸν νόμον.
ὁμοίως δὲ καὶ οἱ παρατυνχάνοντες κύρι-
οι ἐόντω συλέοντες ὡς ἐλεύθερ<ο>ν ὄντα
15 ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι π[ά]-
[σ]ας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε-
[ρ]εῖ<ς> τ[οῦ] Ἀπόλλωνος Ἀμύντας, Ταραν-
τῖνος, ἰδιῶται Βούλων, Ἀστύλ[α]-
ς, Μαντίας Κλευδάμου, Ἀρχέλαο[ς].
Search Help
Contact Us