[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Πύῤῥου μηνὸς Ποιτροπίου, ἐπὶ το-
ῖσδε ἀπέδοτο Ἀλεξων Χαριξένου, συνευδο[κ]-
εόντων κα<ὶ> τῶν υἱῶν αὐτοῦ Δίωνος, Χαριξένο[υ],
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄν-
5 ομα Θραικίδας τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρί[ου]
[μν][ν] τριῶν, καθὼς ἐπίστευσε Θραικίδας τῶι
[θεῶι] τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν ἐπε[ί κ]ά τ[ι]
[πάθη Ἀ]λέξων. παραμεινάτω δὲ Θραικίδας παρὰ Ἀ-
[λέξωνα τ]ὸ κελευόμενον ποιῶν πᾶν· εἰ δέ μή, ἄκυ-
10 [ROS E)/ST]W *QRAIKI/DAI A( W)NA/. EI) DE/ KA/ TI PA/QH *)ALE/CW[N],
[τρεφ]έτω Θραικίδας Δορκάδα, εἴ κα θέλη [ο]ἰκεῖν ἐν τα-
[ὐ]τῶι· εἰ δὲ μή, ἐνβαλλέτω Θραικίδας Δορκάδι
τροφὰν τοῦ μηνὸς ἑκάστου πυρῶν τέσσαρα ἡ-
μίεκτα, οἴνου πρόχον. ἁ δὲ [ὠ]νὰ αὕτα κυρία ἔστ[ω],
15 εἴ τί κα πάθη Ἀλέξων. βεβαι[ω]τὴρ κατὰ τοὺς ν[ό]μ[ο]-
υς τᾶς πόλιος· Δίων Ἀλέξωνος. μάρτυρ[ες· οἱ]
[ἱ]αρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν[τῖ]-
νος, ἄρχοντες Ἀρχέλας Δαμοσθένε[ος],
Δίων Ἀλέξωνος, Ἄθανβος Ἀθανίωνο[ς, ἰδι]-
20 ῶται Ὀρέστας [Ε]ὐχαρίδα, Κλεύξενο[ς Μν]-
ασίππου, Μένης [ὁ] νακόρος. αὕτα δὲ ἁ ὠν[ὰ]
κυρία ἔστω Θραικίδαι, ε[ἴ] τί κα πάθη Ἀλέ[ξων],
ποιοῦντι ἃ δεῖ νιν Δορκάδι· εἰ δὲ μὴ
ποιέοι,   ρος ἔστω ἁ ὠνά.
Search Help