[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Πύῤῥου μηνὸς Ποιτροπίου, ἐπὶ το- |
ῖσδε ἀπέδοτο Ἀλεξων Χαριξένου, συνευδο[κ]- | |
εόντων κα<ὶ> τῶν υἱῶν αὐτοῦ Δίωνος, Χαριξένο[υ], | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄν- | |
5 | ομα Θραικίδας τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρί[ου] |
[μν]ᾶ[ν] τριῶν, καθὼς ἐπίστευσε Θραικίδας τῶι | |
[θεῶι] τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν ἐπε[ί κ]ά τ[ι] | |
[πάθη Ἀ]λέξων. παραμεινάτω δὲ Θραικίδας παρὰ Ἀ- | |
[λέξωνα τ]ὸ κελευόμενον ποιῶν πᾶν· εἰ δέ μή, ἄκυ- | |
10 | [ρος ἔστ]ω Θραικίδαι ἁ ὠνά. εἰ δέ κά τι πάθη Ἀλέξω[ν], |
[τρεφ]έτω Θραικίδας Δορκάδα, εἴ κα θέλη [ο]ἰκεῖν ἐν τα- | |
[ὐ]τῶι· εἰ δὲ μή, ἐνβαλλέτω Θραικίδας Δορκάδι | |
τροφὰν τοῦ μηνὸς ἑκάστου πυρῶν τέσσαρα ἡ- | |
μίεκτα, οἴνου πρόχον. ἁ δὲ [ὠ]νὰ αὕτα κυρία ἔστ[ω], | |
15 | εἴ τί κα πάθη Ἀλέξων. βεβαι[ω]τὴρ κατὰ τοὺς ν[ό]μ[ο]- |
υς τᾶς πόλιος· Δίων Ἀλέξωνος. μάρτυρ[ες· οἱ] | |
[ἱ]αρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν[τῖ]- | |
νος, ἄρχοντες Ἀρχέλας Δαμοσθένε[ος], | |
Δίων Ἀλέξωνος, Ἄθανβος Ἀθανίωνο[ς, ἰδι]- | |
20 | ῶται Ὀρέστας [Ε]ὐχαρίδα, Κλεύξενο[ς Μν]- |
ασίππου, Μένης [ὁ] νακόρος. αὕτα δὲ ἁ ὠν[ὰ] | |
κυρία ἔστω Θραικίδαι, ε[ἴ] τί κα πάθη Ἀλέ[ξων], | |
ποιοῦντι ἃ δεῖ νιν Δορκάδι· εἰ δὲ μὴ | |
ποιέοι, ρος ἔστω ἁ ὠνά. |