[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Μενεστράτου μηνὸς Ἀ- |
μαλίου, ἀπέδοτο Γενναῖος Θαρσύα, | |
συνευδοκεούσας καὶ τᾶς θυγατέρος | |
αὐτοῦ Ἀγησαρέτας, τῶι Ἀπόλλωνι τῶι | |
5 | Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀρ- |
τέμων τὸ γενος Γαλ{λ}άταν {²⁶Γαλάταν}²⁶, τιμᾶς | |
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔ- | |
χει πᾶσαν, καθὼς ἐπίστευσε Ἀρτέμων | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος | |
10 | εἶμεν καὶ ἀνέφαπτος τὸμ πάντα χρόνον, |
ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων | |
οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον τᾶς πόλιος· Ἀντιχάρης Ἀζαράτ[ο]υ | |
Δελφός. εἰ δέ τίς κα ἐνάπτηται Ἀρτέμωνος ἐπὶ | |
15 | καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι |
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Γεν̣ναῖος καὶ ὁ βεβαιωτὴρ Ἀντιχάρης κα- | |
τὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
λέοντες Ἀρτέμωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀ- | |
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλω- | |
20 | νος Ἀμύντας καὶ οἱ ἄρχοντες Μνασίθεος, Θεύξενος, Ἁγίων καὶ ἰδιῶ- |
ται Χαρίξενος Ἀλέξωνος, Δάμων Δαμοκράτεος, Ἀλέξων | |
Χαριξένου, Νικόμαχος, Γενναῖος Ἡράκωνος, Καλλιγέ- | |
[νη]ς Κλευδάμου, Ἀγαθοκλῆς Ἀντιχάρεος, Τιμόκρι- | |
[τος]. |