SGDI II 1881
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Μενεστράτου μηνὸς Ἀ-
μαλίου, ἀπέδοτο Γενναῖος Θαρσύα,
συνευδοκεούσας καὶ τᾶς θυγατέρος
αὐτοῦ Ἀγησαρέτας, τῶι Ἀπόλλωνι τῶι
5 Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀρ-
τέμων τὸ γενος Γαλ{λ}άταν {²⁶Γαλάταν}²⁶, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔ-
χει πᾶσαν, καθὼς ἐπίστευσε Ἀρτέμων
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος
10 εἶμεν καὶ ἀνέφαπτος τὸμ πάντα χρόνον,
ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων
οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν
νόμον τᾶς πόλιος· Ἀντιχάρης Ἀζαράτ[ο]υ
Δελφός. εἰ δέ τίς κα ἐνάπτηται Ἀρτέμωνος ἐπὶ
15 καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Γεν̣ναῖος καὶ ὁ βεβαιωτὴρ Ἀντιχάρης κα-
τὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
λέοντες Ἀρτέμωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀ-
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλω-
20 νος Ἀμύντας καὶ οἱ ἄρχοντες Μνασίθεος, Θεύξενος, Ἁγίων καὶ ἰδιῶ-
ται Χαρίξενος Ἀλέξωνος, Δάμων Δαμοκράτεος, Ἀλέξων
Χαριξένου, Νικόμαχος, Γενναῖος Ἡράκωνος, Καλλιγέ-
[νη]ς Κλευδάμου, Ἀγαθοκλῆς Ἀντιχάρεος, Τιμόκρι-
[τος].
Search Help
Contact Us