[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Ἡρακλείου, ἀπέδοτο Δίων Φι- |
λιστίωνος, Μένων Εἴκωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα τρί- | |
α, Ζωΐλαν τε καὶ τοὺς ὑοὺς αὐτᾶς, Ἀπολλόδωρον καὶ Ἀνδρομένη, καθὼς ἐπίστευ- | |
σε Ζωΐλα καὶ Ἀπολλόδωρος και Ἀνδρομένης τῶι θεῶι τὰν ὠνάν, τιμᾶς ἀρ- | |
5 | γυρίου μνᾶν ἑπτά. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δίων Ἀλέξωνος. εἰ δέ τις |
ἐφάπτοιτο Ζωΐλας ἢ Ἀπολλοδώρου ἤ Ἀνδρομένεος ἐπὶ καταδουλισμῶι, κύριοι ἔστω- | |
σαν αὐτοί τε αὑτο{το}ὺς {²⁶αὑτοὺς}²⁶ συλέοντες ἐπ’ ἐλευθερία καὶ ἄλλος ὁ παρεντυγχάνων κύριος | |
ἔστω συλέων ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἁπόλλωνος Ἀμύντας, | |
Ταραντῖνος καὶ οἱ ἄρχοντες, ἰδιῶται Ἄρχων Νικοβούλου, Ἀρχέλαος Δαμοσθένεος, Ἰατάδας, | |
10 | Μένης. |