SGDI II 1879
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Ἡρακλείου, ἀπέδοτο Δίων Φι-
λιστίωνος, Μένων Εἴκωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα τρί-
α, Ζωΐλαν τε καὶ τοὺς ὑοὺς αὐτᾶς, Ἀπολλόδωρον καὶ Ἀνδρομένη, καθὼς ἐπίστευ-
σε Ζωΐλα καὶ Ἀπολλόδωρος και Ἀνδρομένης τῶι θεῶι τὰν ὠνάν, τιμᾶς ἀρ-
5 γυρίου μνᾶν ἑπτά. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δίων Ἀλέξωνος. εἰ δέ τις
ἐφάπτοιτο Ζωΐλας ἢ Ἀπολλοδώρου ἤ Ἀνδρομένεος ἐπὶ καταδουλισμῶι, κύριοι ἔστω-
σαν αὐτοί τε αὑτο{το}ὺς {²⁶αὑτοὺς}²⁶ συλέοντες ἐπ’ ἐλευθερία καὶ ἄλλος ὁ παρεντυγχάνων κύριος
ἔστω συλέων ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἁπόλλωνος Ἀμύντας,
Ταραντῖνος καὶ οἱ ἄρχοντες, ἰδιῶται Ἄρχων Νικοβούλου, Ἀρχέλαος Δαμοσθένεος, Ἰατάδας,
10 Μένης.
Search Help