SGDI II 1878
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Δελφοῖς Μενεστράτου μηνὸς Ἀμαλίου, ἐν δὲ Λοκροῖς ἀγωνοθετέοντος [Εὐ]-
θυδάμου Φυσκέος μηνὸς ἕκτου, ἐπὶ τοῖσδε ἀπέδοτο Καλλίξενος Εὐαρχίδα Μυανεὺς τῶι [Ἀ]-
πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ωἷ ὄνομα Σῶσος τὸ γένος Γαλάτ[α]ν, τιμᾶς ἀργυρίου
μνᾶν ἕξ, καθὼς ἐπίστευσε Σῶσος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ[ιτε ἐλ]εύθερος εἶμεν καὶ ἀνέ-
5 φαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆ-
ρες κατὰ {τα} τὰν συμβολάν· Ἐμμενίδας Δεξικράτεος Δελφός, Πολύκριτος Καλλιξένου Μυα-
νεύς. εἰ δέ τις καταδουλίζοιτο Σῶσον, βέβαιον παρεχόντων ὅ τε ἀποδόμενος Καλλίξενος καὶ
οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ὄντω κατὰ τὰν συμβολάν.
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ὄντω συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμι-
10 οι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κατενεγκάτω δὲ τὸν ἔρανον Σῶσος τὸν
συνᾶξε [Ἀ]μυνέας Χαριξένου τετταρακονταμνα<ῖ>ον, τὸ ἥμισσον αὐτοῦ ἐπὶ τὸ Καλλιξένου ὄνο-
μα, ἄχρι κα ἐξενεγχθῆ ὁ ἔρανος, καὶ οὕτω βέβαιος ἔστω ἁ ὠνὰ τῶι θεῶι· εἰ δὲ μὴ κατενέγκαι, ἀ-
γώγιμος ἔστω Σῶσος Καλλιξένωι αὐτὸς καὶ τὰ αὐτοῦ πάντα. εἰ δέ κα τελευτάση Σῶσος, ἄτεκνος,
τὰ καταλειφθέντα ὑπάρχοντα Σώσου πάντα Καλλιξένου ἔστων. εἰ δέ τινι ζώων δόσιν ποέοιτο τῶν
15 ἰδίων Σῶσος, ἀτελὴς ἁ ὠνὰ ἔστω. τὰ δὲ ἔργα συντελείτω Σῶσος τὰ Καλλιξένου πάντα, ἄχρι κα ὁ ἔ-
ρανος κατενεγχθῆ· εἰ δέ κα μὴ συντελῆ Σῶσος τὰ ἔργα καθὼς ἐπάνω γέγραπται, ἀτελὴς ἁ ὠνὰ ἔστω,
εἰ μὴ ἄῤῥωστος γένοιτο Σῶσος, καὶ τεχνίταν ἐγδιδαξάτω Σῶσος Καλλιξένω, εἴ κα δώη Καλλίξενος τὸ
παιδάριον Σώσω. ἁ ὠνὰ παρὰ μὲν Δελφὸν Ἄρχωνα Καλλία, παρὰ δὲ Λοκρὸν Ἐρύμανδρον Κριτοδάμου
Μυανῆ. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλ<λ>ωνος Ἀμύντας καὶ τῶν ἀρχόντων Θεόξενος, ἰδιῶται Ἵππων, Ἄρ-
20 χων Κ<α>λλία, Μαντίας Δαμοχάρεος, Ἀρχέλας Δαμοσθένεος, Ἄρχων Νικοβούλου Δελφοί, Ἀλεξίμαχος
Δαμοτίμου, Δάμων Θευδώρου Ἀμφισσεῖς.
Search Help
Contact Us