SGDI II 1876
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Εὐαγγέλου τοῦ Σωδαμίδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Λύκα Θρασυκλέος καὶ ὁ υἱὸς αὐτᾶς Σώνικος Κάλλω-
νος Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Σωσικράτεια, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμι-
5 μναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτῆρες κατὰ τὸν νό-
μον· Ἀνδρόνικος Φρικίδα, Ε[ὔ]δοκος Πραξία Δελφοί. καθὼς ἐπί-
στευσε Σωσικράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ-
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέου[σα]
ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. εἰ δέ τίς κα ἅπτηται Σ[ω]-
σικρατείας ἐπὶ καταδουλ[ισμ]ῶι, βέβαιον παρεχόντων τῶι θεῶι [τὰ]ν
10 ὠνὰν οἵ τε ἀποδόμενοι Λύκα καὶ Σώνικος καὶ οἱ βεβαιωτῆρες
Ἀνδρόνικος καὶ Εὔδοκος· εἰ δέ τί κα μὴ παρέχωντι, πράκτιμοι
ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγ-
χάνοντες κύριοι ἐό[ν]των συλέοντες ὡς ἐλευθέραν οὖσαν
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι [πάσας δίκ]ας καὶ ζαμίας. ὁ ἱε-
15 ρεὺς τοῦ Ἀπόλλωνος Ταραντῖνος· Ἀστόξενος· Πραξίας, Θευγένης, Μέ-
νης, Εὐκλείδας, Τιμόκριτος.
Search Help
Contact Us