[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ἄρχωνος μηνὸς Βυσίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Τιμὼ Ἀριστομένεος καὶ τοὶ υἱο[ὶ] | |
αὐτᾶς Πατρέας καὶ Δαμότιμος Ἀνδρονίκου | |
Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
5 | ἀνδρεῖον ὧι ὄνομα Χαρίας, τιμᾶς ἀργυρίου |
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. | |
βεβαιωτὴρ κατὰ τὸν νόμον· Μέντωρ Καλλιέρο[υ]. καθὼς | |
ἐπίστευσε Χαρίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα | |
10 | βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέληι. εἰ |
δέ τίς κα ἐφάπτηται Χαρία ἐπὶ καταδουλισμῶι, βέβαιον | |
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμε- | |
νοι καὶ ὁ βεβαιωτὴρ Μέντωρ· εἰ δέ κα μὴ παρέχωντι, | |
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοί- | |
15 | ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέ- |
οντες ὡς ἐλεύθερον ὄντα ἀζάμι’ ἐόντες καὶ ἀνυ- | |
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Μνα- | |
σίθεος, Ἀγησίλαος, Ἧρυς Εὐδώρου, Κλεύδαμος Πολυκλεί- | |
20 | του, Εὐκλείδας, Ξεναγόρας. |