[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἄρχωνος μηνὸς Βυσίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Τιμὼ Ἀριστομένεος καὶ τοὶ υἱο[ὶ]
αὐτᾶς Πατρέας καὶ Δαμότιμος Ἀνδρονίκου
Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
5 ἀνδρεῖον ὧι ὄνομα Χαρίας, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν.
βεβαιωτὴρ κατὰ τὸν νόμον· Μέντωρ Καλλιέρο[υ]. καθὼς
ἐπίστευσε Χαρίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα
10 βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέληι. εἰ
δέ τίς κα ἐφάπτηται Χαρία ἐπὶ καταδουλισμῶι, βέβαιον
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμε-
νοι καὶ ὁ βεβαιωτὴρ Μέντωρ· εἰ δέ κα μὴ παρέχωντι,
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοί-
15 ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέ-
οντες ὡς ἐλεύθερον ὄντα ἀζάμι’ ἐόντες καὶ ἀνυ-
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Μνα-
σίθεος, Ἀγησίλαος, Ἧρυς Εὐδώρου, Κλεύδαμος Πολυκλεί-
20 του, Εὐκλείδας, Ξεναγόρας.
Search Help