[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἄρχωνος μηνὸς Βυσίου, ἐπὶ τοῖσδε |
| ἀπέδοτο Τιμὼ Ἀριστομένεος καὶ τοὶ υἱο[ὶ] | |
| αὐτᾶς Πατρέας καὶ Δαμότιμος Ἀνδρονίκου | |
| Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| 5 | ἀνδρεῖον ὧι ὄνομα Χαρίας, τιμᾶς ἀργυρίου |
| μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. | |
| βεβαιωτὴρ κατὰ τὸν νόμον· Μέντωρ Καλλιέρο[υ]. καθὼς | |
| ἐπίστευσε Χαρίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
| θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα | |
| 10 | βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέληι. εἰ |
| δέ τίς κα ἐφάπτηται Χαρία ἐπὶ καταδουλισμῶι, βέβαιον | |
| παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμε- | |
| νοι καὶ ὁ βεβαιωτὴρ Μέντωρ· εἰ δέ κα μὴ παρέχωντι, | |
| πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοί- | |
| 15 | ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέ- |
| οντες ὡς ἐλεύθερον ὄντα ἀζάμι’ ἐόντες καὶ ἀνυ- | |
| πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Μνα- | |
| σίθεος, Ἀγησίλαος, Ἧρυς Εὐδώρου, Κλεύδαμος Πολυκλεί- | |
| 20 | του, Εὐκλείδας, Ξεναγόρας. |