[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος ἐν Ἀμφίσ[σαι Βυριά]δα μη]- |
νὸς Παναγυρίου, ἐν Δελ[φοῖς δὲ] ἄρχον- | |
τος Ἄρχωνος τοῦ Νικοβ[ούλου] μ[η]- | |
νὸς Ποιτροπίου, ἐπὶ τοῖσδ[ε] ἀπέδο[το] | |
5 | Στρατόνικος Ἀντάνδρου Στιεὺς τῶι [Ἀπό]λ- |
λωνι τῶι Πυθίωι σώματα γυναικεῖ[α] δύο | |
αἷς ὀνόματα Κλύτα καὶ Στρατονίκα, τιμᾶς ἀργυ- | |
ρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κ[α]- | |
θὼς ἐπίστευσαν Κλύτα καὶ Στρατονίκα τῶι θεῶι τ[ὰν] | |
10 | ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερα<ι> εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ |
πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νό- | |
μον· Ἀντίφαρις Δαμοκλέος Στιεύς, Δαμόστρατος Φιλω- | |
νίδα Πελέος. παραμεινάντω δὲ Κλύτα καὶ Στρατονίκα | |
παρὰ Στρατόνικον ἄχρι κα ζώη Στρατόνικος ποιέουσαι τὸ πο- | |
15 | τιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ τί κα μὴ ποιήσωντι Κλύτα ἢ Στρα- |
τονίκα τῶν ποτιτασσομένων ὑπὸ Στραονίκου καθὼς γέγραπτι δυνα- | |
ταὶ ἐοῦσαι, κριθέντων ἐν ἄνδροις τρίοις οὕς κα συνέλωνται. ὅ τι δέ κα οὗ- | |
τοι κρίνωντι ὀμόσαντες, κύριον ἔστω. εἰ δέ τί κα πάθηι Στρατόνικος, | |
ἐλεύθεραι ἐόντων Κλύτα καὶ Στρατονίκα κυριεύουσαι αὐτοσαυτᾶν | |
20 | καὶ ποιέ{υ}ουσαι {²⁶ποιέουσαι}²⁶ ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι, καθὼς |
ἐπί[σ]τευσαν τῶι θεῶι τὰν ὠνάν· εἰ δέ τίς κα ἅπτηται ἐπὶ κατα- | |
δ[ο]υλισμῶι Κλύτας ἢ Στρατονίκας τελευτάσαντος Στρατο- | |
νίκου, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν | |
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
25 | των συλέοντες ὡς ἐλευθέρας οὔσας ἀζάμιοι ὄντε[ς] καὶ |
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί [κ]α κατα[σ]κ[ε]υ- | |
ώσωνται Κλύτα καὶ Στρατονίκα παρὰ Στρατόνικον αὐ- | |
σωταῖς, ἀπ[ο]τρεχόντων ἔχουσαι ἅ κα κατασκευώ- | |
σωνται ἐπεί κα τελευτάση Στρατόνικος. μάρτυρες· | |
30 | οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος κα [ο]ἱ |
ἄρχοντες Εὐαγόρας, Καλλίμαχος, ἰδιῶται Δαμοκράτης Δάμω- | |
νος, Ἀγαθοκλῆς Ἁρμοδίου Δελφοί, Εὐκλείδας, Τιμόκριτος, Ἀ- | |
μύντας, Δαμαίνετος, Εὐξίθεος Πραξία, Νικοτέλης, | |
Μέλισσος, Πραξίας Στιεῖς, Δαμαίνετος Ἀριστο- | |
35 | βούλου, Ἁρμόδαμος Ἀμφισσεῖς. |