SGDI II 1874
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Ἀμφίσ[σαι Βυριά]δα μη]-
νὸς Παναγυρίου, ἐν Δελ[φοῖς δὲ] ἄρχον-
τος Ἄρχωνος τοῦ Νικοβ[ούλου] μ[η]-
νὸς Ποιτροπίου, ἐπὶ τοῖσδ[ε] ἀπέδο[το]
5 Στρατόνικος Ἀντάνδρου Στιεὺς τῶι [Ἀπό]λ-
λωνι τῶι Πυθίωι σώματα γυναικεῖ[α] δύο
αἷς ὀνόματα Κλύτα καὶ Στρατονίκα, τιμᾶς ἀργυ-
ρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κ[α]-
θὼς ἐπίστευσαν Κλύτα καὶ Στρατονίκα τῶι θεῶι τ[ὰν]
10 ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερα<ι> εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ
πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νό-
μον· Ἀντίφαρις Δαμοκλέος Στιεύς, Δαμόστρατος Φιλω-
νίδα Πελέος. παραμεινάντω δὲ Κλύτα καὶ Στρατονίκα
παρὰ Στρατόνικον ἄχρι κα ζώη Στρατόνικος ποιέουσαι τὸ πο-
15 τιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ τί κα μὴ ποιήσωντι Κλύτα ἢ Στρα-
τονίκα τῶν ποτιτασσομένων ὑπὸ Στραονίκου καθὼς γέγραπτι δυνα-
ταὶ ἐοῦσαι, κριθέντων ἐν ἄνδροις τρίοις οὕς κα συνέλωνται. ὅ τι δέ κα οὗ-
τοι κρίνωντι ὀμόσαντες, κύριον ἔστω. εἰ δέ τί κα πάθηι Στρατόνικος,
ἐλεύθεραι ἐόντων Κλύτα καὶ Στρατονίκα κυριεύουσαι αὐτοσαυτᾶν
20 καὶ ποιέ{υ}ουσαι {²⁶ποιέουσαι}²⁶ ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι, καθὼς
ἐπί[σ]τευσαν τῶι θεῶι τὰν ὠνάν· εἰ δέ τίς κα ἅπτηται ἐπὶ κατα-
δ[ο]υλισμῶι Κλύτας ἢ Στρατονίκας τελευτάσαντος Στρατο-
νίκου, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
25 των συλέοντες ὡς ἐλευθέρας οὔσας ἀζάμιοι ὄντε[ς] καὶ
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί [κ]α κατα[σ]κ[ε]υ-
ώσωνται Κλύτα καὶ Στρατονίκα παρὰ Στρατόνικον αὐ-
σωταῖς, ἀπ[ο]τρεχόντων ἔχουσαι ἅ κα κατασκευώ-
σωνται ἐπεί κα τελευτάση Στρατόνικος. μάρτυρες·
30 οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος κα [ο]
ἄρχοντες Εὐαγόρας, Καλλίμαχος, ἰδιῶται Δαμοκράτης Δάμω-
νος, Ἀγαθοκλῆς Ἁρμοδίου Δελφοί, Εὐκλείδας, Τιμόκριτος, Ἀ-
μύντας, Δαμαίνετος, Εὐξίθεος Πραξία, Νικοτέλης,
Μέλισσος, Πραξίας Στιεῖς, Δαμαίνετος Ἀριστο-
35 βούλου, Ἁρμόδαμος Ἀμφισσεῖς.
Search Help
Contact Us