[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Μελισσίωνος μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἄγων Ἀρι-
στοδάμου, Μυρτὶς Ἀθανίωνος Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν-
DREI=ON W(=I O)/NOMA *(ERMOGE/NHS, TIMA=S A)RGURI/OU MNA=N TRIW=N, KAQW\S E)PI/STEUSE
Ἑρμογένης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος
5 [ἀ]πὸ πάντων τὸμ πάντα βίον, ποέων ὅ κα θέληι καὶ αποτρέχων οἷς κα θέ-
[λ]ηι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου Δελφός. μάρτυρες· οἱ
[ἱε]ρεῖς Ἄθαμβος, Ἀμύντας καὶ ὁ ἄρχων Ἀνδρόνικος, ἰδιῶται Καλλί-
κων, Καλλίας, Βάχχιος.
Search Help
Contact Us