[ ] Phokis — Delphi — 177/176 BC
1 στραταγέοντος τῶν Βοιωτῶν Εὐρέα μηνὸς Βουκατίου, ἐν Δελφοῖ[ς]
δὲ ἄρχοντος Μελισσίωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φαλα-
κρίων Θεσπιεὺς σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστονίκα τὸ γένος Μακέ-
ταν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, ὥστε ἐλευθέ-
5 ραν εἶμεν καὶ ανέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, καθὼς
ἐπίστευσε τὰν ὠνὰν τῶι Ἀπόλλωνι, διατρίβειν δὲ Ἀριστονίκαν
εἴ κα αὐτὰ θέληι. βεβαιωτὴρ κατὰ τὰν συμβολάν· Θεόξενος Πυθο-
νίκου Ἀντικυρεύς. μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας· {ἰδιῶται}
Δεξικράτης, Ἀρχέλαος Πραόχου· Πραξίας, Εὔαρχος.
Search Help
Contact Us