[ ] Phokis — Delphi — 176 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Νικάνδρου Τριχονίου τ[ὸ]
τρίτον μηνὸς Διονοσίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Μελισσ[ίω]-
νος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Θωπίας Καλλιπολίτας σώ[μα]τα
δύο, Κλεοπάτραν καὶ Δικαίαρχον τὸν υἱὸν αὐτᾶς, οἰκογενῆ τῶι Ἀπ[ό]λλω-
5 νι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, ὥστε ἐλεύθερα εἶμεν καὶ ἀ-
νέφαπτα τὸν πάντα βίον, ποέοντα ἅ κα θέλωντι· εἰ δέ τίς κα ἐπιλαμβά-
νηται ἐπὶ καταδουλώσει, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὑπὲρ τὸν θε-
όν. βεβαιωτήρ. Ἄγρων Δελφός. μάρτυροι· οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀρι-
στίων καὶ οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Μελισσίων, Πάτρων, Νίκων.
Search Help
Contact Us