[ ]
Phokis — Delphi — 176 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Νικάνδρου Τριχονίου τ[ὸ] |
| τρίτον μηνὸς Διονοσίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Μελισσ[ίω]- | |
| νος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Θωπίας Καλλιπολίτας σώ[μα]τα | |
| δύο, Κλεοπάτραν καὶ Δικαίαρχον τὸν υἱὸν αὐτᾶς, οἰκογενῆ τῶι Ἀπ[ό]λλω- | |
| 5 | νι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, ὥστε ἐλεύθερα εἶμεν καὶ ἀ- |
| νέφαπτα τὸν πάντα βίον, ποέοντα ἅ κα θέλωντι· εἰ δέ τίς κα ἐπιλαμβά- | |
| νηται ἐπὶ καταδουλώσει, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὑπὲρ τὸν θε- | |
| όν. βεβαιωτήρ. Ἄγρων Δελφός. μάρτυροι· οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀρι- | |
| στίων καὶ οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Μελισσίων, Πάτρων, Νίκων. |