[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Ξενοχάρεος μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστοκράτεια Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νικασώ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Νικασὼ
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτ’ ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιέουσα ὅ κα θέληι καὶ
ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτήρ· Δαμένης, κατὰ τὸν νόμον. εἰ δέ τίς κα ἅπτηται Νικασοῦς,
5 βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἀριστοκράτεια καὶ ὁ βεβαιωτὴρ Δα-
μένης· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ οἱ ἄρχοντες Ἀνδρόνικος, Δρομοκλείδας,
ἰδιῶται Διόδωρος, Βάκχιος, Καλλίερος, Θεοδωρίδας, Γοργίας, Βούλων.
Search Help
Contact Us