[ ]
Phokis — Delphi — 176 BC
| 1 | ἄρχοντος Ξενοχάρεος μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστοκράτεια Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυ- |
| θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νικασώ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Νικασὼ | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτ’ ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιέουσα ὅ κα θέληι καὶ | |
| ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτήρ· Δαμένης, κατὰ τὸν νόμον. εἰ δέ τίς κα ἅπτηται Νικασοῦς, | |
| 5 | βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἀριστοκράτεια καὶ ὁ βεβαιωτὴρ Δα- |
| μένης· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ οἱ ἄρχοντες Ἀνδρόνικος, Δρομοκλείδας, | |
| ἰδιῶται Διόδωρος, Βάκχιος, Καλλίερος, Θεοδωρίδας, Γοργίας, Βούλων. |