[ ]
Phokis — Delphi — 176 BC
1 | ἄρχοντος Μελισσίωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοκράτεια Δαμοχάριος Δελφὶς τῶι Ἀπόλ- |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίχα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, ὥστε παραμεῖναι ἔτη ἓξ φέρου- | |
σαν τοῦ ἐνιαυτοῦ ἑκάστου ἡμιμναῖον. εἰ δέ τί κα πάθη Δαμοκράτεια, φερέτω Σωσίχα τὸ ἡμιμναῖον Καλλείδα Γοργίππου | |
ἢ ὧι κα Δαμοκράτεια παρατάξη. ἄρξει δὲ τοῦ χρόνου μὴν ὁ Ἀπελλαῖος ὁ ἐπὶ Ξενοχάρεος. εἰ δέ κα διεξέλθωντι τὰ ἓξ ἔτη, | |
5 | ἐλευθέρα ἔστω Σωσίχα τὸν πάντα βίον κυριεύουσα αὐσαυτᾶς, καθὼς ἐπίστευσε Σωσίχα τῶι θεῶι τὰν ὠνάν. |
βεβαιωτ<ή>ρ· Ξενόστρατος, εἴ κα κατενέγκη τὸ ἀργύριον. εἰ δέ τίς κα ἅπτηται Σωσίχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέ- | |
τω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Δαμοκράτεια καὶ ὁ βεβαιωτὴρ Ξενόστρατος. εἰ δέ κα μὴ παρέχωντι βέβαιον τὰν | |
ὠνάν, πράκτιμοι ὄντω τώι θέλοντι ὑπὲρ τὸν θεὸν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ὄντω συλέοντες | |
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ<λ>ωνος Ἄθαμβος, | |
10 | Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀνδρόνικος, Πραξίας, Ἀριστίων, ἰδιῶται Δαμοχάρης, Ἧρυς, Καλλίκων, Κλευφάνης, Καλλίερος. |