[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Μελισσίωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοκράτεια Δαμοχάριος Δελφὶς τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίχα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, ὥστε παραμεῖναι ἔτη ἓξ φέρου-
σαν τοῦ ἐνιαυτοῦ ἑκάστου ἡμιμναῖον. εἰ δέ τί κα πάθη Δαμοκράτεια, φερέτω Σωσίχα τὸ ἡμιμναῖον Καλλείδα Γοργίππου
ἢ ὧι κα Δαμοκράτεια παρατάξη. ἄρξει δὲ τοῦ χρόνου μὴν ὁ Ἀπελλαῖος ὁ ἐπὶ Ξενοχάρεος. εἰ δέ κα διεξέλθωντι τὰ ἓξ ἔτη,
5 ἐλευθέρα ἔστω Σωσίχα τὸν πάντα βίον κυριεύουσα αὐσαυτᾶς, καθὼς ἐπίστευσε Σωσίχα τῶι θεῶι τὰν ὠνάν.
βεβαιωτ<ή>ρ· Ξενόστρατος, εἴ κα κατενέγκη τὸ ἀργύριον. εἰ δέ τίς κα ἅπτηται Σωσίχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέ-
τω τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Δαμοκράτεια καὶ ὁ βεβαιωτὴρ Ξενόστρατος. εἰ δέ κα μὴ παρέχωντι βέβαιον τὰν
ὠνάν, πράκτιμοι ὄντω τώι θέλοντι ὑπὲρ τὸν θεὸν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυχόντες κύριοι ὄντω συλέοντες
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ<λ>ωνος Ἄθαμβος,
10 Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀνδρόνικος, Πραξίας, Ἀριστίων, ἰδιῶται Δαμοχάρης, Ἧρυς, Καλλίκων, Κλευφάνης, Καλλίερος.
Search Help
Contact Us