[ ]
Phokis — Delphi — 175 BC
1 | ἄρχοντος Ἀρχελάου τοῦ Δαμοσθένεος μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μένανδρος Κλεοξένου Θελπ- |
<π>ούσσιος ἐν Δελφοῖς κατοικέων {σ} σώματα δύο οἷς ὀνόματα Ζωπύρα, Τίμανδρος, καθὼς ἐπίστευσε τῶι θεῶι, ἀργυρίου | |
μνᾶν ὀκτώ, ὥστε αὐσωτῶν κυριεύειν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀρίστων Ἀριστοκράτεος Λιλαιεύς. παραμεινάντω δὲ ἕως κα | |
Μένανδρος ζῆ Ζωπύρα καὶ Τίμανδρος ποιέοντες τὸ ποτιτασσόμενον τό δυνατὸν Μενάνδρω. ἐπεὶ δέ κα τελευτάση Μέναν- | |
5 | δρος, ἐλεύθεροι ἐόντω καὶ — — ἀνέφαπτοι ἀπὸ πα<ν>τὸς Ζωπύρα καὶ Τίμανδρος. εἰ δέ κά τις ἐφάπτοιτο, κύριος ἔστω ὁ ἀντιτυνχάνω[ν] |
ὑπὲρ τὸν θεὸν καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. μάρτυρες· οἱ ἱ<ε>ρεῖς τοῦ Ἀπόλλωνος Ἄθανβος, Ἀμύντας καὶ οἱ βουλευταὶ Μελισσίων, Ξένων, | |
Βούλων καὶ ἰδιῶται Ἀρχέλαος Πυθοφάνεος, Μένης, Καλλίερος,Ἄρχων Φυσκεύς. |