[ ] Phokis — Delphi — 176-175 BC
1 ἄρχοντος Ξενοχάρεος μηνὸς Ποιτροπίου τοῦ πρώτου, ἐπὶ τοῖσδε ἀπέδοτο Στράταγος Τηλεφάνεος τῶι Ἀπόλλωνι τ[ῶι]
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σόφων, ὃν ἐπρίατο παρὰ Πολεμάρχου τοῦ Τεισάνδρου Ὀφιέος, τιμᾶς
ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Σόφων τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ανέφαπτ-
ος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νό-
5 μους τᾶς πόλιος· Σωτύλος Σωστράτου. μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος καὶ οἱ ἄρχοντες Ἀνδρόνικος, Δρομοκλείδα-
ς καὶ ἰδιῶται Κλεόδαμος Κλέωνος, Γλαῦκος, Ἀγέας, Σωδαμίδας, Μνάσων.
Search Help
Contact Us