[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ξενέα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικίας Κάλλωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νίκων τὸ γένος Φωκῆ, τιμᾶς |
ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Νίκων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποέ- | |
ων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβ[αι]ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μαντίας Δαμοχάρεος. εἰ δέ τίς κα ἅπτηται Νίκωνος ἐπὶ καταδουλισμῶι, βέβαι- | |
ON PAREXO/NTW TW=I QEW=I TA\N W)NA\N O(/ TE A)PODO/MENOS *NIKI/AS KAI\ O( BEBAIWTH\R *MANTI/AS: EI) DE/ KA MH\ PARE/XWNTI TA\N W)NA\N BE/BAION TW=I QEW=I, PRA/KTIMOI E)O/NTW | |
5 | κατὰ τὸν νόμον αὐτῶι τε Νίκωνι καὶ ἄλλωι ὑπὲρ Νίκωνα ὅν κα Νίκων θέλη ἀζαμίωι ὄντι καὶ ἀνυποδίκωι πάσ<ας> δίκας καὶ ζαμίας. ὁμοίως δὲ καὶ οἱ παρατυγχά- |
νοντες κύριοι ἐόντω συλέοντες Νίκωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσ<ας> δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ <ἱ>ερεῖς τοῦ Ἀπόλλωνος | |
Ἀμύντας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἀριστοκράτης, ἰδιῶται Δεξικράτης, Μνασίθεος Ταραντίνου, Σωτύλος, Δίων Ἀλέξωνος. |