[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ξενέα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικίας Κάλλωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νίκων τὸ γένος Φωκῆ, τιμᾶς
ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Νίκων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποέ-
ων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβ[αι]ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Μαντίας Δαμοχάρεος. εἰ δέ τίς κα ἅπτηται Νίκωνος ἐπὶ καταδουλισμῶι, βέβαι-
ον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Νικίας καὶ ὁ βεβαιωτὴρ Μαντίας· εἰ δέ κα μὴ παρέχωντι τὰν ὠνὰν βέβαιον τῶι θεῶι, πράκτιμοι ἐόντω
5 κατὰ τὸν νόμον αὐτῶι τε Νίκωνι καὶ ἄλλωι ὑπὲρ Νίκωνα ὅν κα Νίκων θέλη ἀζαμίωι ὄντι καὶ ἀνυποδίκωι πάσ<ας> δίκας καὶ ζαμίας. ὁμοίως δὲ καὶ οἱ παρατυγχά-
νοντες κύριοι ἐόντω συλέοντες Νίκωνα ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσ<ας> δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ <ἱ>ερεῖς τοῦ Ἀπόλλωνος
Ἀμύντας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἀριστοκράτης, ἰδιῶται Δεξικράτης, Μνασίθεος Ταραντίνου, Σωτύλος, Δίων Ἀλέξωνος.
Search Help
Contact Us