[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ξενέα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικίας Κάλλωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώσανδρος τὸ γέ- |
νος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Σώσανδρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ανέφαπτος ἀπὸ πάν- | |
των τὸμ πάντα χρόνον, ποέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὸν νόμον τᾶς πόλιος· Ξενοκράτης Σωσίκου. εἰ δέ τίς κα ἅπτηται Σωσάν- | |
δρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Νικίας καὶ ὁ βεβαιωτὴρ Ξενοκράτης· εἰ δέ κα μὴ παρέχωντι τὰν | |
5 | ὠνὰν βέβαιον τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον αὐτῶι τε Σωσάνδρωι καὶ ἄλλωι ὑπὲρ Σώσανδρον ὅν κα Σώσανδρος θέλη. ὁμοίως δὲ καὶ οἱ παρα- |
τυγχάνοντες κύριοι ἐόντω συλέοντες Σώσανδρον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
ρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ τοὶ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Ξενέας, Εὐαγόρας, Μαντίας Δαμοχάρεος. |