[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ξενέα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικίας Κάλλωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώσανδρος τὸ γέ-
νος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Σώσανδρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ανέφαπτος ἀπὸ πάν-
των τὸμ πάντα χρόνον, ποέων κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὸν νόμον τᾶς πόλιος· Ξενοκράτης Σωσίκου. εἰ δέ τίς κα ἅπτηται Σωσάν-
δρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Νικίας καὶ ὁ βεβαιωτὴρ Ξενοκράτης· εἰ δέ κα μὴ παρέχωντι τὰν
5 ὠνὰν βέβαιον τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον αὐτῶι τε Σωσάνδρωι καὶ ἄλλωι ὑπὲρ Σώσανδρον ὅν κα Σώσανδρος θέλη. ὁμοίως δὲ καὶ οἱ παρα-
τυγχάνοντες κύριοι ἐόντω συλέοντες Σώσανδρον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ-
ρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ τοὶ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Ξενέας, Εὐαγόρας, Μαντίας Δαμοχάρεος.
Search Help
Contact Us