[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Βυσίου, ἐπὶ τοῖσδε απέδοντο Ἀστύοχος Γνωσιλάου, συνευδοκέοντος καὶ τοῦ |
υἱοῦ Ἀριστόρχου, καὶ Σωτήριχος Σωτηρίχου Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Ἁβροσύνα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Ἁ- | |
βροσύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, | |
5 | ποιοῦσαν ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι — —. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων |
Ἁβροσύναν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κα- | |
τὰ τὸν νόμον τᾶς πόλιος· Δάμων Ξενοστράτου, Πατρέας Ἀνδρονίκου. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Πραξίας, Ἀνδρόνικος καὶ τοὶ ἄρχοντος Γενναῖος, Σώστρατος, Ἁγίων Ἐκεφύλου, ἰδιῶται Ἰατάδας, Ἀλέξων | |
Δίωνος, Ἀριστέας, Ἁγίων Κλεοδάμου, Καλλείδας Εὐκλείδα, Βάκχιος. |